Add parallel Print Page Options

καὶ εἶπέν μοι· [a]Γέγοναν. ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. τοῖς δὲ δειλοῖς καὶ [b]ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.

Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, [c]τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴν [d]νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου. 10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν [e]πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, 11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· 12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ [f]τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ [g]ἐστιν τῶν δώδεκα [h]φυλῶν υἱῶν Ἰσραήλ· 13 ἀπὸ [i]ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· 14 καὶ τὸ τεῖχος τῆς πόλεως [j]ἔχων θεμελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:6 Γέγοναν, ἐγὼ WH ] Γέγοναν ἐγώ εἰμι Treg NIV; Γέγονα RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:8 ἀπίστοις WH Treg NIV ] + καὶ ἁμαρτωλοῖς RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:9 τῶν γεμόντων WH Treg NIV ] γεμούσας RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:9 νύμφην τὴν γυναῖκα WH Treg NIV ] γυναῖκα τὴν νύμφην RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:10 πόλιν WH Treg NIV ] + τὴν μεγάλην RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 τοῖς πυλῶσιν WH NIV RP ] τοὺς πυλῶνας Treg
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 ἐστιν WH ] + τὰ ὀνόματα Treg NIV; + ὀνόματα RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:12 φυλῶν WH Treg NIV ] + τῶν RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:13 ἀνατολῆς WH Treg NIV ] ἀνατολῶν RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:14 ἔχων WH Treg NIV ] ἔχον RP